Τετάρτη 24 Σεπτεμβρίου 2014

ΝΤΟΚΟΥΜΕΝΤΟ: Μια εναλλακτική τραγωδία του Αισχύλου!




Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
15           δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
20           προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ
ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25           πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ᾽· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
τοιαῦτ᾽ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30           βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35           ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.


Κείμενο
Αισχύλου
Προμηθεύς Δεσμώτης
(στίχοι 12-35)

Εικόνα
Προμηθέα και Dorothea
εικαστικό του Βασίλη Πολύζου
2014

Δεν υπάρχουν σχόλια: